Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.94 Dem. 24.98 (English) >>Dem. 24.101

24.96ἔτι τοίνυν, ἄνδρες Ἀθηναῖοι, τὴν διοίκησιν ἀναιρεῖ, τήν θʼ ἱερὰν καὶ τὴν ὁσίαν. ὡς δέ, ἐγὼ φράσω. ἔστιν ὑμῖν κύριος νόμος, καλῶς εἴπερ τις καὶ ἄλλος κείμενος, τοὺς ἔχοντας τά θʼ ἱερὰ καὶ τὰ ὅσια χρήματα καταβάλλειν εἰς τὸ βουλευτήριον, εἰ δὲ μή, τὴν βουλὴν αὐτοὺς εἰσπράττειν χρωμένην τοῖς νόμοις τοῖς τελωνικοῖς. 24.97διὰ τοίνυν τοῦ νόμου τούτου διοικεῖται τὰ κοινά· τὰ γὰρ εἰς τὰς ἐκκλησίας καὶ τὰς θυσίας καὶ τὴν βουλὴν καὶ τοὺς ἱππέας καὶ τἄλλα χρήματʼ ἀναλισκόμενα, οὗτός ἐσθʼ νόμος ποιῶν προσευπορεῖσθαι. οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει, τὰ προσκαταβλήματʼ ὀνομαζόμενα διὰ τὸν τοῦ νόμου τούτου φόβον καταβάλλεται. 24.98πῶς οὖν οὐχ ἅπαντʼ ἀνάγκη καταλυθῆναι τὰ τῆς πόλεως, ὅταν αἱ μὲν τῶν τελῶν καταβολαὶ μὴ ὦσʼ ἱκαναὶ τῇ διοικήσει, ἀλλʼ ἐνδέῃ πολλῶν, καὶ μηδὲ ταῦτʼ ἀλλʼ περὶ λήγοντα τὸν ἐνιαυτὸν λαβεῖν, τὰ δὲ προσκαταβλήματα τοὺς μὴ τιθέντας μὴ κυρία δεῖν βουλὴ μηδὲ τὰ δικαστήρια, ἀλλὰ καθιστῶσιν ἐγγυητὰς ἄχρι τῆς ἐνάτης πρυτανείας; 24.99τὰς δʼ ὀκτὼ τί ποιήσομεν; εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθʼ ἄν τι δέῃ; εἶτʼ ἔτι δημοκρατησόμεθα; οὐ δικάσει τὰ δικαστήρια τά τʼ ἴδια καὶ τὰ δημόσια; καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια; οὐκ εἴσεισιν βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων; καὶ τί λοιπὸν ἔσθʼ ἡμῖν ἀλλʼ καταλελύσθαι; ἀλλὰ νὴ Δίʼ ἀμισθεὶ ταῦτα ποιήσομεν. καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος δῆμος καὶ βουλὴ καὶ τὰ δικαστήριʼ ἔσται;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.94 Dem. 24.98 (English) >>Dem. 24.101

Powered by PhiloLogic